Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg0087.tlg040.local001
Aelius Herodianus, De versibus 001
Not analysed yet
Στίχος ἐστὶ συλλαβῶν καὶ λέξεων σύνθεσις δηλωτικὸς συμμετρίας καὶ μεγέθους. εἴδη δὲ στίχων εἰσὶ δεκαδύο· ἰσόχρονος, ἀπηρτισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας, δολιχόουρος. Ἰσόχρονος μὲν οὖν ἐστιν ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τοῦ πρώτου μέχρι τοῦ ἐσχάτου τοὺς αὐτοὺς ἔχων, οἷον· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν (φ 15). Ἀπηρτισμένος δὲ ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον· ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ (Η 1). Ἀκέφαλος δέ ἐστιν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον· ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Ψ 2). Λαγαρὸς δὲ ὁ κατὰ μέσην τὴν συμπλοκὴν τὴν σύνθεσιν μὴ σώζων, οἷον· Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1). Μείουρος δὲ ὁ κατὰ τὸ τέλος τὴν σύνθεσιν μὴ σώζων, καὶ τὴν παρατέλευτον συλλαβὴν βραχεῖαν ἔχων, οἷον· Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). Τραχὺς δέ ἐστιν ὁ τῷ ῥοίζῳ τὸν φθόγγον συνιστὰς, ὡς τὸ τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός (Γ 363). Μαλακοειδὴς δέ ἐστιν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς καὶ μὴ βιαίως, οἷον· αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι (Ρ 51). Κακόφωνος δέ ἐστιν ὁ πολλὰ φωνήεντα ἔχων, οἷον· φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ (λ 127). Λογοειδὴς δέ ἐστιν ὁ πεζότερος τῇ συνθέσει, οἷον· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα (Λ 679). Προκέφαλος δὲ οἷον· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349). Σφηκίας δὲ οἷον· ἢ λάθετ' ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ (Ι 533). Δολιχόουρος δὲ οἷον· Κάστοράθ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα (Γ 237).