Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 10
Not analysed yet
10. Choer. Dict. 32, 21: τὰ εἰϲ αϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, λυκάβαϲ λυκάβαντο, ϲημαίνει δὲ τὸν ἐνιαυτόν, Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται «ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν», ὥϲ φηϲιν Ἡρωδιανόϲ, διὰ τὸ Ἰόβαϲ Ἰόβα καὶ Ῥήαϲ Ῥήβα.