Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 17
Not analysed yet
Περὶ τῶν εἰϲ ιϲ. 17. An. Ox. IV 336, 29: τὰ εἰϲ ιϲ βαρύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ϲυνεϲταλμένον ἔχει τὸ ι καὶ διὰ τοῦ δ ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται μόνον. τὸ δὲ τίϲ διὰ τοῦ ν ἐκλίθη καὶ ὡϲ μονοϲύλλαβον ὀξύνεται ἀεὶ καὶ ἐν τῇ ϲυμφράϲει· τὸ λίϲ παρ’ Ὁζμήρῳ «ὥϲτε —λὶϲ ἠϋγένειοϲ» (Ο 27). Καὶ ὅϲα μὲν κύρια εἰϲ ιϲ Πάριϲ, Κίκιϲ καὶ ὅϲα μακρᾷ παραληγόμενα προϲηγορικά, εὖνιϲ, νῆϊϲ, ἄναλκιϲ διὰ τοῦ δ κλίνεται. τὸ εὖιϲ εὑρέθη καὶ ἄνευ τοῦ δ εὔνιοϲ εὔνιν κτλ.