Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 19
Not analysed yet
19. Choer. 233, 21: λέγει ὁ Ἡρωδιανόϲ, ὅτι πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ e μεταβάλλειν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ, εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ὸ εἰϲ ω Ἀττικῶϲ, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ἕ καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω.