Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.1
Not analysed yet
Περὶ τῶν εἰϲ αϲ ὀνομάτων. Choer. 26, 33. τὰ εἰϲ αϲ μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ (τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει), ὁ Θᾶϲ τοῦ Θᾶ (ὄνομα δὲ κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ), ὁ Δᾶϲ τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποταμοῦ), ὁ Βᾶϲ τοῦ Βᾶ (ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου). τὸ δὲ πᾶϲ, ὅτε μέν ἐϲτι προϲηγορικὸν καὶ ϲημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον τοῦ πᾶ· ὅτε δὲ ἐπίθετόν ἐϲτι καὶ ϲημαίνει. τριγένειαν οἷον πᾶϲ ἄνθρωποϲ, πᾶϲα γυνή, καὶ πᾶν παιδίον, διὰ τοῦ ντ κλίνεται οἶον παντόϲ, πρὸϲ γὰρ διάφορον ϲημαινόμενον εἰκότωϲ καὶ ἡ κλίϲιϲ διάφοροϲ γέγονε. ϲεϲημείωται τὸ Πρᾶϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περραιβικῆϲ) περιϲπώμενον καὶ περιττοϲυλλάβωϲ διὰ τοῦ ντ κλινόμενον. εἰ δὲ ὀξύνεται τὰ εἰϲ αϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται οἷον Ζάϲ Ζαντόϲ (ϲημαίνει δὲ τὸν Δία), Φθάϲ Φθάντοϲ (ὄνομα δὲ τοῦτο κύριον). 16, 20. τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνεται, μετοχικὸν γὰρ ὑπάρχει καὶ τὸν τόνον τῆϲ μετοχῆϲ ἀνεδεξατο, φημὶ δὴ τῆϲ φθάντοϲ. τὸ δὲ κράϲ, ὃ ϲημαίνει τὴν κεφαλήν, διὰ τοῦ τ ἐκλίθη, οἷον κρατὸϲ ἀπ’ ἀθανάτοιο, καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰϲ αϲ μονοϲύλλαβα ὀξύτονα ἀπόντα κύριά ἐϲτιν οἷον Ζάϲ, Φθάϲ, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράϲ, προϲηγορικόν ἐϲτι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. —ἔχομεν δὲ τὴν χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ.