Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 47
Not analysed yet
Περὶ τῶν εἰϲ αϲ οὐδετέρων. 47. Choer. 387, 9: ἰϲτέον ὅτι τινὲϲ θέλουϲιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώϲ τοῦ γηρώϲ τοῦ κερώϲ λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένετο κατὰ ϲυγκοπὴν τοῦ α καὶ τ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων γενικῶν οἷον ὥϲπερ πατρόϲ, μητρόϲ, φωτόϲ, μηνόϲ, χηνόϲ, παιδόϲ, ϲπληνόϲ, ϲυόϲ, φρενόϲ, γραόϲ, καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο εἰϲ ω ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ, ηρώϲ, κερώϲ. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνωϲ δοξάζει λέγεϲθαι οἷον τοῦ κρέωϲ τοῦ γήρωϲ τοῦ κέρωϲ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν οἷον κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην, οἶον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι. ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἦμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ α καὶ τοῦ τ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ, κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο εἰϲ ω, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.