Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.109
Not analysed yet
Choer. 148, 27: τὰ εἰϲ ηϲ παρ’ οὐδετέρων ϲυντεθειμένα εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον ϲθένοϲ Δημοϲθένηϲ Δημοϲθένουϲ, γένοϲ Διογένηϲ Διογένουϲ, νεῖκοϲ Πολυνείκηϲ Πολυνείκουϲ, ἦθοϲ κακοήθηϲ κακοήθουϲ, κῆτοϲ μεγακήτηϲ μεγακήτουϲ, μῆκοϲ ἐπιμήκηϲ ἐπιμήκουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι παρ’ οὐδετέρων ϲυντεθειμένα δεῖ νοεῖν, ἵνα κατὰ τὸ τέλοϲ ἔχῃ τὸ οὐδέτερον. τοῦτο δὲ εἴρηται διὰ τὸ Κλεοφόντηϲ Κλεοφόντου. τοῦτο γὰρ εἰϲ ηϲ ἐϲτὶ καὶ παρ’οὐδετέρου ϲυντεθειμένον, φημὶ δὴ παρὰ τὸ κλέοϲ, καὶ ὅμωϲ εἰϲ ουϲ οὐκ ἔχει τὴν γενικήν, ἀλλ’εἰϲ τὴν ου δίφθογγον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι κατὰ τὸ τέλοϲ τὸ οὐδέτερον, ἀλλὰ κατὰ τὴν ἄρχουϲαν.