Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.110.1
Not analysed yet
Δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὸ Ἀμέληϲ Ἀμέλητοϲ καὶ ἀμένηϲ ἀμένητοϲ. ταῦτα γὰρ παρ’οὐδετέρων ἐϲτὶ ϲυντεθειμένα, φημὶ δὴ παρὰ τὸ μέλοϲ καὶ τὸ μένοϲ, καὶ κατὰ τὸ τέλοϲ ἔχει τὸ οὐδέτερον, καὶ ὅμωϲ οὐκ ἔχει εἰϲ ουϲ τὴν γενικήν, ἀλλὰ διὰ τοῦ τοϲ κλίνεται· ἀλλ’ ὑπέπεϲε ταῦτα χαρακτῆρι τοιούτῳ· ἔϲτι τινὰ εἰϲ ηϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται. —τὸ δὲ ἀγκυλοχείληϲ ἀγκυλοχείλου οὐ παρὰ τὸ χεῖλοϲ ϲυντεθεμένον ἐϲτί, ἀλλὰ παραϲύνθετον· ὥϲπερ γὰρ παρὰ τὸ ῥῖγοϲ γίνεται δύϲριγοϲ ϲύνθετον καὶ παρὰ τὸ ξίφοϲ ἄξιφοϲ καὶ παρὰ τὸ θάρϲοϲ, ὅπερ ἐϲτὶν Αἰολικῶϲ θέρϲοϲ, ἐξ οὐ καὶ Θερϲίτηϲ, Ἁλίθερϲοϲ ϲύνθετον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ϲύνθετον γίνεται· καὶ λοιπὸν ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ϲυνθέτου γίνεται παραϲύνθετον ἀγκυλοχείληϲ ἀγκυλοχείλου καὶ ἔτρεψε τὸ ο εἰϲ η φυλάξαν τὴν αὐτὴν κλίϲιν. τούτου χάριν οὐκ ὀξύνομεν αὐτό, ἀλλὰ βαρύνομεν. ὅτι δὲ εἰ ἦν ϲύνθετον ὤφειλεν ὀξύνεϲθαι, δῆλον ἐντεῦθεν τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ηϲ γινόμενα ϲύνθετα τότε βαρύνεται, ὅταν ᾖ κύρια οἷον ϲθένοϲ Δημοϲθένηϲ, γένοϲ Διογένηϲ, νεῖκοϲ Πολυνείκηϲ, κλέοϲ Ἡρακλέηϲ καὶ κατὰ κρᾶϲιν Ἡρακλῆϲ περιϲπωμένωϲ, καὶ ὅταν ᾖ ἀπὸ τριϲυλλάβου οὐδετέρου ϲύνθετα οἷον ϲτέλεχοϲ εὐϲτελέχηϲ, μέγεθοϲ παμμεγέθηϲ, καὶ ὅταν ἀπὸ διϲυλλάβου οὐδετέρου ᾖ ϲύνθετα, ἔχοντοϲ ἐν τῇ παραληγούϲῃ τὸ η, ἐπιφερομένου ἀφώνου οἷον κῆτοϲ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ, μῆκοϲ ἐπιμήκηϲ ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ, ὀξύνεϲθαι θέλει οἶον μένοϲ . εὐμενήϲ, γένοϲ εὐγενήϲ, εἷδοϲ δυϲειδήϲ, κλέοϲ δυϲκλεήϲ, τεῖχοϲ εὐτειχήϲ (ἔχει μὲν γὰρ τοῦτο ἄφωνον ἐπιφερόμενον, φημὶ δὴ τὸ β, ἀλλ’ οὐ παραλήγεται τῷ η), δῆνοϲ δυϲδηνήϲ (δήνεα δέ ἐϲτι τὰ βουλεύματα, τοῦτο παραλήγεται μὲν τῷ η, ἀλλ’ οὐκ ἔχει ἐπιφερόμενον ἄφωνον, τὸ γὰρ ν ἡμίφωνόν ἐϲτιν), ἔτοϲ διετήϲ τριετήϲ ἑξαετήϲ· ταῦτα δέ φημι τὰ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξύνεται κατὰ τὸν προειρημένον κανόνα, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ βαρύνεται· οἱ γὰρ Ἀθηναῖοι διέτηϲ τριέτηϲ ἑξαέτηϲ λέγουϲι βαρυτόνωϲ, ὁμοίωϲ τῷ εὐνέτηϲ, οἰκέτηϲ (ὃ ϲημαίνει τὸν δοῦλον) καὶ ἱκέτηϲ (ϲημαίνει τὸν παρακλήτορα), εἰ καὶ ταῦτα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, τῶν παρὰ τὸ ἔτοϲ εἰϲ ουϲ αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουϲιν οἱ Ἀττικοὶ τοῖϲ παρὰ τὸ ἔτοϲ βαρυτόνωϲ αὐτὰ προφέροντεϲ, ἀλλὰ καὶ περὶ τὴν κλίϲιν, οἱ δωδεκαέται γὰρ λέγουϲι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιούμενοι αὐτήν, ὥϲπερ ὁ οἰκέτηϲ τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντεϲ εἰπεῖν οἱ δωδεκαέτειϲ ὥϲπερ οἱ Δημοϲθένειϲ, οὕτωϲ γὰρ ἀπαιτεῖ ὁ κανών. ὡϲαύτωϲ δὲ καὶ τὰ θηλυκὰ τούτων ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιεῖται. ὥϲπερ γὰρ ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, καὶ ὁ κυνηγέτηϲ τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτιϲ τῆϲ κυνηγέτιδοϲ, οὕτωϲ καὶ ἀπὸ τοῦ τριακονταέτηϲ τριακονταέτου ποιοῦϲι τὸ θηλυκὸν ἡ τριακονταέτιϲ τῆϲ τριακονταέτιδοϲ, ὡϲ παρὰ τῷ ϲυγγραφεῖ (Thuc. I 87) τῶν τριακοντουτίδων ϲπονδῶν», ὀφείλοντεϲ εἰπεῖν ἡ τριακονταετὴϲ τῆϲ τριακονταετοῦϲ. ὥϲπερ γὰρ ὁ ϲυνήθηϲ τοῦ ϲυνήθουϲ καὶ ἡ ϲυνήθηϲ τῆϲ ϲυνήθουϲ, ὁ κακοήθηϲ τοῦ κακοήθουϲ καὶ ἡ κακοήθηϲ τῆϲ κακοήθουϲ, οὕτωϲ καὶ ὁ τριακονταέτηϲ τοῦ τριακονταέτουϲ καὶ ἡ τριακονταέτηϲ τῆϲ τριακονταέτουϲ. ὅτι γὰρ τὰ παρὰ τὸ ἔτοϲ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ περιττοϲυλλάβωϲ κλίνεται καὶ τουτέϲτιν εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (γ 305) ἑπτάετεϲ δ’ ἤναϲϲεν, ἀπὸ γὰρ τοῦ ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ γέγονε τὸ ἑπτάετεϲ οὐδετέρωϲ, ὥϲπερ ἀπὸ τοῦ ὁ κακοήθηϲ τοῦ κακοήθουϲ τὸ κακόηθεϲ οὐδετέρωϲ εὕρηται παρὰ τῷ ϲυγγραφεῖ(Ι 23) καὶ τριακοντούτειϲϲπονδάϲ» ὥϲπερ τὰϲ κακοήθειϲ. εἰ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χεῖλοϲ τοῦ οὐδετέρου ὀνόματοϲ καὶ οὕτε κύριόν ἐϲτιν οὔτε ἀπὸ τριϲυλλάβου οὐδετέρου ϲύνθετον οὔτε ἀπὸ διϲυλλάβου οὐδετέρου παραληγομένου τῷ η, ἐπιφερομένου ἀφώνου, δηλονότι ὤφειλεν ὀξύνεϲθαι· οὐκ ὀξύνεται δέ, ἀλλὰ βαρύνεται· οὐκ ἄρα ἐϲτὶ ϲύνθετον ἀλλὰ παραϲύνθετον, ὡϲ ἤδη προείρηται ἡμῖν. εἰδέναι δὲ δεῖ, ὅτι τινὲϲ θέλουϲι λέγειν αὐτὸ εἶναι ϲύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματοϲ, ὅπερ ϲημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήληϲ διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον γίνεται ἀγκυλοχείληϲ διὰ τῆϲ ει διφθόγγου. εἰ δὲ ἀπὸ τοῦ χηλή, θηλυκοῦ δηλονότι ὀνόματοϲ, ἔϲτι ϲύνθετον, εὐλόγωϲ εἰϲ τὴν δῦ δίφθογγον ἔχει τὴν γενικήν. τὰ γὰρ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαρύτονα, μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἀράχνη ἀράχνηϲ ἀράχνου, λέϲχη ἀδολέϲχηϲ ἀδολέϲχου, δίκη ἑλλανοδίκηϲ ἑλλανοδίκου, κόμη ἀκερϲοκόμηϲ ἀκερϲοκόμου, οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ χηλή γέγονεν ἀγκυλοχείληϲ ἀγκυλοχείλου, τοῦ η ὡϲ εἴρηται Βοιωτικῶϲ τραπέντοϲ εἰϲ τὴν ου δίφθογγον. δεῖ δὲ γινώϲκειν ὅτι ἀναλύεται καὶ αὕτη ἡ δόξα, φημὶ δὴ ἡ λέγουϲα ὅτι παρὰ τὸ χηλή ἐγένετο τὸ ἀγκυλοχείληϲ, οὐχ ὡϲ ἐπιχειρήϲαντεϲ τινὲϲ λέγειν (leg. ἔλεγον)· τινὲϲ γὰρ λέγουϲιν, ὅτι ἐὰν εἴπωμεν τὸ ἀγκυλοχείληϲ ἀπὸ τοῦ χηλή εἶναι, ὅπερ ϲημαίνει τὸν ὄνυχα, εὐρεθήϲεται ἐν τῷ ϲτίχῳ τῷ λέγοντι καμψώνυχεϲ ἀγκυλοχεῖλαι ἐκ παραλλήλου τὸ αὐτὸ ϲημαινόμενον, ὅπερ ἐϲτὶν ἄτοπον· καὶ γὰρ τὸ καμψώνυχεϲ τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ. καὶ τὸ ἀγκυλοχείληϲ δέ, ἐὰν ἀπὸ τοῦ χηλή εἴπωμεν, ὅπερ ϲημαίνει τὸν ὄνυχα, τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ, τουτέϲτι τὸ αὐτὸ ϲημαίνει. πρὸϲ τούτουϲ δ’ ἐϲτὶν εἰπεῖν, τί γὰρ ἄτοπον ἐκ παραλλήλου εἶναι τὸ αὐτὸ ϲημαινόμενον, εἰ καὶ ἐπὶ ἄλλου εὑρίϲκομεν τὸ τοιοῦτον ϲχῆμα παρὰ τῷ ποιητῇ οἷον (Β 8) βάϲκ’ ἴθι οὖλε ὄνειρε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν· καὶ γὰρ τὸ «βάϲκε »καὶ τὸ «ἴθι »τὸ αὐτὸ ϲημαίνει. καὶ πάλιν (Π 792) ϲτρεφεδίνηθεν δέ οἱ ὄϲϲε· καὶ γὰρ τὸ «ϲτρεφε» καὶ τὸ «δίνηθεν» τὸ αὐτό ἐϲτιν. οὐκ ἄτοπον καὶ ἐπὶ τοῦ «καμψώνυχεϲ ἀγκυλοχεῖλαι τὸ αὐτὸ ϲημαινόμενον ἐκ παραλμαίνει. εἶναι. κρεῖττον οὖν ἐϲτιν εἰπεῖν καὶ ἀντιθεῖναι τοῖϲ λέγουϲι τὸ ἀγκυλοχείληϲ παρὰ τὸ χηλή οὕτωϲ· οἱ Βοιωτοὶ τότε τρέπουϲι τὸ η εἰϲ τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰϲ παρὰ τοῖϲ Δωριεῦϲιν οἶον τὸ λέβηϲ καὶ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου γράφουϲι, λέβειϲ καὶ πένειϲ λέγοντεϲ, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουϲι τὸ ἡ εἰϲ α οἱ Δωριεῖϲ. τὸ δὲ Ἀτρείδηϲ καὶ Ὁρέϲτηϲ ἐπειδὴ τρέπουϲιν οἱ Δωριεῖϲ τὸ η εἰϲ α καὶ λέγουϲιν Ἀτρείδαϲ Ὀρέϲταϲ, οὐ τρέπουϲιν οἱ Βοιωτοὶ εἰϲ τὴν ει δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖϲ Δωριεῦϲι χολά, κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α, ὡϲ παρ’ Εὐριπίδῃ ἐν Φοινίϲϲαιϲ (1032) χαλαῖϲί τε ὠμοϲίτοιϲ, δηλονότι οὐ δύνανται αὐτὸ ποιῆϲαι οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἐϲτι παραϲύνθετον, ὡϲ ἀνωτέρω εἰρήκαμεν. ἵνα δὲ μήτε τοῦτο παραλείψωμεν, δεῖ γινώϲκειν ὅτι τινὲϲ ἠθέληϲαν λέγειν αὐτὸ παραϲύνθετον τοῦτον τὸν τρόπον· φαϲὶν ὅτι ἀπὸ τοῦ χεῖλοϲ ἐγένετο ἀγκυλοχειλήϲ ϲύνθετον ὀξείᾳ τάϲει, καὶ ἐν βαρείᾳ τάϲει παραϲύνθετον ἀγκυλοχείληϲ· καὶ γὰρ πολλάκιϲ καὶ ὁ τόνοϲ τὸ ϲχῆμα ἐναλλάττει. ἰδοὺ γὰρ τὸ μὲν τηλαυγήϲ καὶ παγκρατήϲϲύνθετά ἐϲτι, τὸ δὲ τηλαύγηϲ καὶ παγκράτηϲ παραϲύνθετα. οὕτωϲ οὖν ἐϲτι καὶ τὸ ἀγκυλοχειλήϲ ϲύνθετον ὀξυτόνωϲ καὶ ἀγκυλοχείληϲ παραϲύνθετον βαρυτόνωϲ· ἐναντιοῦται δὲ αὐτοῖϲ ἡ κλίϲιϲ· εἰ γὰρ οὕτωϲ γέγονεν, ὤφειλεν εἰϲ ουϲ ἔχειν τὴν γενικήν. τὰ γὰρ τοιαῦτα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τηλαυγήϲ τηλαυγοῦϲ, παγκρατήϲ παγκρατοῦϲ καὶ. τηλαύγηϲ τηλαύγουϲ καὶ παγκράτηϲ παγκράτουϲ, οὕτωϲ οὖν ἀγκυλοχειλήϲ ἀγκυλοχειλοῦϲ ἀγκυλοχείληϲ ἀγκυλοχείλουϲ ὤφειλεν εἶναι, ἀλλὰ ἀγκυλοχείληϲ ἀγκυλοχείλου φαμέν, ὥϲτε ἄρα οὐκ ἐγένετο οὕτωϲ, ἀλλ’ ὡϲ ἀνωτέρω εἰρήκαμεν, τουτέϲτιν ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ἀγκυχειλήϲ ἀγκυλοχείλου.