Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.118
Not analysed yet
Ἰϲτέον ὅτι ἀπὸ τοῦ Δημοϲθένει γέγονε Δημοϲθένεα τροπῇ τοῦ ι εἰϲ α ὥϲπερ Αἴαντι Ααντα, άχητι άχητα, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η Δημοϲθένη ὥϲπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώϲκειν, ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ τὸ α εἰϲ η κιρνᾶται καὶ εἰϲ α μακρὸν οἰον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον ϲύμφωνον ,τότε τὸ ε καὶ α εἰϲ η μόνωϲ κίρναται οἰον Δημοϲθένεα Δημοϲθένη,εὐγενέαεὐγενῆ.