Ancient Greek
2.119 to 2.121
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.119-121
Not analysed yet
Ἰϲτέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν κυρίων τῶν εἰϲ ηϲ εἰϲ δυϲ ἐχόντων τὴν γενικὴν εἰϲ ν ποιοῦϲι τὴν αἰτιατικὴν καὶ εἰϲ η τὴν κλητικὴν οἷον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τῷ Δημοϲθένει τὸν Δημο ϲθένην ὤ Δημοϲθένη, ὁ Διομήδηϲ τοῦ Διομήδουϲ τῷ Διομήδει τὸν Διομήδην ὦ Διομήδη, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τῷ ἈριϲτοὭϲπερ ἀπὸ τοῦ Αἴαντε γίνεται Αἰάντοιν, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθενέοιν, καὶ κατὰ κρᾶϲιν τοῦ ϲ καὶ τῆϲ οι διφθόγγου Δημοϲθενοῖν. Choer. 164, 8: ὥϲπερ ἀπὸ τοῦ Ααντε γίνεται Αῖαντεϲ προϲθέϲει τοῦ ϲ, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθένεεϲ προϲθέϲει τοῦ ϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον Δημοϲθένειϲ.