Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.124
Not analysed yet
Choer. 170, 10. δεῖ καὶ τοῦτο γινώϲκειν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ. τῶν παρὰ τὸ ἔτοϲ διὰ τοῦ α ποιοῦϲι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τοὺϲ Δημοϲθέναϲ, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τοὺϲ Ἀριϲτοφάναϲ, ὁ δωδεκαέτηϲ τοῦ δωδεκαέτουϲ τοὺϲ δωδεκαέταϲ, ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ τοὺϲ ἑπταέταϲ. τὴν δὲ εὐθεῖαν τῶν πληθυντικῶν διὰ τῆϲ αι διφθόγγου ποιοῦϲιν ἐπὶ τούτων οἰον οἱ Δημοϲθέναι, οἱ Ἀριϲτοφάναι, οἱ ἑπταέται. Περὶ τῶν εἰϲ ιϲ.