Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.125
Not analysed yet
Choer. 181, 15: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ῑ καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἰον κίϲ κιόϲ ἀκιώτατοι ἱϲτοβοεϲ (Hesiod. Opp. 433), λίϲ λιόϲ ὥϲτε λὶϲ ἠῦγένειοϲ (P 109) λῖεϲ μέντοι λίεϲϲι παρὰ Ἀντιμάχῳ ἐπὶ τοῦ λέοντοϲ· τὸ γὰρ λίϲ ὅτε ἐπὶ τῆϲ πέτραϲ οἷον πέτρη γὰρ λίϲ ἐϲτιν (μ 79) ἀντὶ τοῦ ὁμαλή ἐϲτι πάντῃ ἄκλιτον. τοῦτο δὲ μακρὸν ἔχει τὸ ῑ. τινὲϲ δὲ καὶ τὴν Διόϲ γενικὴν ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ θέλουϲι λέγειν τῆϲ εἰρημένηϲ παρὰ τῷ Ῥνθωνι· αὕτη δὲ ἑτερόκλιτόϲ ἐϲτιν, ἀπὸ γὰρ τῆϲ ζεύϲ εὐθείαϲ ἐϲτίν. οὐ γὰρ δύναται ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ εἰναι ἡ Διὸϲ γενική, ἐπειδὴ βραχὺ δεῖ ἔχειν τὸ ι οἷον εὐδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμοϲ ὕπνοϲ (Β 2). εἰ δ’ ἦν ἁπὸ τῆϲ Δίϲ εὐθείαϲ ὤφειλε μακρὸν ἔχειν τὸ ι, ὥϲπερ κίϲ κιόϲ, λίϲ λιόϲ (εἰ γὰρ καὶ εὕρηται τὸ λίϲϲυνεϲταλμένον ἔχον τὸ ι, ὡϲ ἐπὶ τοῦ ὥϲτε λὶϲ ἠῦγένειοϲ ποιητικῶϲ) ὡϲ παρ’ Εὐφορίωνι ἐν Μοψοπίᾳ, ὡϲ ἐπὶ τοῦ οἱ ἐπιθύουϲιν βουϲὶ λίεϲ, καὶ πάλιν κάπροι τε λίεϲ τε, ἀλλ’ οὖν καὶ ἐκτεταμένον ἔχει αὐτό, ὡϲ ἐπὶ τοῦ λῖεϲ μέν τοι λίεϲϲιν. η δὲ Διόϲ γενικὴ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον. τούτων οὕτωϲ ἐχόντων, μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ oc καὶ ἔϲτιν εἰπεῖν, ὅτι τοῦτο ἐπειδὴ ϲυϲτέλλει τὸ ι, τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτὸ οἷον κίϲ λίϲ, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν, τὸ γὰρ ῥίϲ ῥινόϲ καὶ. θίϲ θινόϲ διὰ τοῦ νοϲ κλινόμενα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ· ταῦτα γὰρ δικατάληκτά ἐϲτιν οἷον ῥίϲ καὶ ῥίν, θίϲ καὶ θίν δὲ τὸν αἰγιαλὸν καὶ τὸν ϲωρὸν εἴτε χρημάτων εἴτε λίθων εἴτε ἑτέρων τινῶν τοιούτων· ἀλλ’ ἡνίκα μὲν τὸν αἰγιαλὸν ϲημαίνει, θηλυκῶϲ λέγεται, ἡνίκα δὲ τὸν ϲωρόν, ἀρϲενικῶϲ οἷον ἐπὶ τοῦ αἰγιαλοῦ θῖν’ ἐφ’ ἁλὸϲ πολιῆϲ (A 350). ἐπὶ δὲ τοῦ ϲωροῦ πολὺϲ δ’ ἀμφ’ ὀϲτεόφιν θίϲ οὐδέποτε δὲ ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. παραιτητέον ἄρα τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν. μεταπλαϲμὸϲ γάρ ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην.