Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.127
Not analysed yet
Choer. 56, 25 coll. 187, 1: ἰϲτέον δὲ ὅτι ἐϲτί τινα κύρια εἰϲ ιϲ θηλυκὰ μὴ κλιθέντα διὰ τοῦ δοc ἔϲτι δὲ ταῦτα, Χάρυβδιϲ Χαρύβδεωϲ, Ϲάρδιϲ Ϲάρδεωϲ. ταῦτα γὰρ οὐκ ἐκλίθη διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν, εὑρίϲκετο γὰρ ἀλλεπαλληλία τοῦ δ, ὅπερ ἐϲτὶ κακόφωνον. τούτοιϲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν καὶ τὸ Τράλλιϲ Τράλλιοϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Ἰωνικῆϲ. ἔτι ϲεϲημείωται καὶ τὸ Ϲκῆψιϲ Ϲκήψιοϲ καὶ Ἐπίϲκηψιϲ Ἐπιϲκήψιοϲ (ὀνόματα δέ ἐϲτι ταῦτα πόλεων Τρωϊκῶν), καὶ τὸ Λάχεϲιϲ αχέϲιοϲ καὶ Νέμεϲιϲ εμέϲιοϲ καὶ τὸ πίκτηϲιϲ Ἐπικτήϲιοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ταῦτα δὲ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἐπειδὴ ταῦτα κύρια ὄντα ὡμοφώνηϲε τοῖϲ προϲηγορικοῖϲ καὶ τὴν τῶν προϲηγορικῶν κλίϲιν ἀνεδέξατο. τὸ δὲ ζεῦξιϲ ζεύξιδοϲ τὴν τοῦ προϲηγορικοῦ ζεῦξιϲ ζεύξιοϲ κλίϲιν οὐκ ἀνεδέξατο, ἐπειδὴ οὐκ ἔϲτι τοῦ αὐτοῦ γένουϲ σὗπερ καὶ τὸ προϲηγορικόν ἐϲτιν. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ γένοϲ, εἰκότωϲ καὶ περὶ τὴν κλίϲιν διήλλαξεν.