Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.128
Not analysed yet
Choer. 56, 33 coll. 188, 4. τὰ εἰϲ ιϲ ὀνόματα Αἰγύπτια ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Ξόϊϲ Ξόϊοϲ, Ἄθλιβιϲ Ἀθλίβιοϲ, Ϲύϊϲ Ϲύϊοϲ, Θμοῦϊϲ Θμούιοϲ, Ταμίαθιϲ Ταμιάθιοϲ, ὡϲαύτωϲ καὶ Ϲάϊϲ, Χέμμιϲ, ψένυριϲ, ψινέκταβιϲ καὶ Μώμεμφιϲ Μωμέμφεωϲ ὡϲ Ἀρίϲταρχοϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον »διὰ τὸ Μέμφιϲ Μέμφιδοϲ, ὅπερ παρά τιϲι καὶ λέμφιοϲ εἴρηται οὐκ ἀκριβῶϲ, καὶ Βούϲιριϲ Βουϲίριδοϲ καὶ Ὄϲίριϲ ’ϲίριδοϲ. καὶ ταῦτα γὰρ Αἰγυπτίων ἐϲτὶν ὀνόματα καὶ ὅμωϲ διὰ τοῦ δοϲ κλίνεται.