Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.131
Not analysed yet
Choer. 57, 20 coll. 191, 22: τὰ εἰϲ ιϲ προϲητορικὰ ἀρϲενικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ μὴ ὄντα δικατάληκτα μὴ ὄντα παρώνυμα μακροπαράληκτα διὰκαθαροῦ τοῦ οϲ κλίνεται οἰον ὄφιϲ ὄφιοϲκαὶ ὄφεωϲ, ἔχιϲ ἔχιοϲ καὶ ἔχεωϲ, μάντιϲ μάντιοϲ καὶ μάντεωϲ, πόϲιϲ πόϲιοϲ καὶ πόϲεωϲ, κόριϲ κόριοϲ ὅπου κόρειϲ ὀλίγιϲτοί (Arist. Ran. 114). πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν »διὰ τὸ τίϲ τινόϲ. «μὴ ὄντα δικατάληκτα» διὰ τὸ δελφίϲ δελφῖνοϲ. «κἀρϲενικὰ» διὰ τὸ ἀϲπίϲ ἀϲπίδοϲ, μῆνιϲ μήνιδοϲ. «ἁπλᾶ» διὰ τὸ λεύκαϲπιϲ λευκάϲπιδοϲ. «μὴ ὄντα παρώνυμα μακροπαράληκτα» διὰ τὸ γύννιϲ γύννιδοϲ παρὰ τὸ γυνή καὶ λάτριϲ λάτριδοϲ παρὰ τὸ λάτρον καὶ εὐνιϲ εὔνιδοϲ παρὰ τὸ εὐνή ἡ κοίτη. ϲημαίνει δὲ τὸ εὖνιϲ τὸν ἄνδρα καὶ τὴν γυναῖκα, ὁ εὐνιϲ γὰρ καὶ ἡ εὐνιϲ. λέγεται δὲ εὐνιϲ καὶ ὁ ἐϲτερημένοϲ τῆϲ γυναικὸϲ τουτέϲτιν ὁ μεμονωμένοϲ· παρὰ γὰρ τὸ εἰϲ ἑνόϲ γέγονεν ἔνιϲ καὶ πλεοναϲμῷ τοῦ υ εὖνιϲ. οἷϲ ἐξηκολούθηϲε καὶ τὸ Οὖτιϲ Οὔτιδοϲ ἐπὶ τοῦ Ὀδυϲϲέωϲ ἀντὶ κυρίου ὀνόματοϲ λαμβανόμενον. ὁμοίωϲ καὶ τὸ ἄναλκιϲ ἀνάλκιδοϲ. τὸ δὲ δριϲ ὡϲ μὴ ὸν παρώνυμον μακρᾷ παραληγόμενον ὀφείλει κλίνεϲθαι ὡϲ τὸ ἔχιϲ, πόϲιϲ, ὄφιϲ· ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ τὸ πολυίδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ῖδριδα ἔφη τὴν αἰτιατικὴν ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ῖδριδεϲ. τὸ δὲ νῆιϲ ϲύνθετον. ἀπὸ τοῦ νη τοῦ ϲτερητικοῦ ἐπιρρήματοϲ καὶ τοῦ εἰδῶ ϲημαίνοντοϲ τὸ ἐπίϲταμαι οἰον ὁ ἐϲτερημένοϲ τοῦ ἐπίϲταϲθαι τοῦ εἴδῶ τὸ ϲύμφωνον ἐφύλαξε κατὰ τὴν κλίϲιν,. φημὶ δὴ τὸ δ.