Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.130
Not analysed yet
Choer. 189, 4: τὸ Πάριοϲ καὶ Θέτιοϲ Ἰωνικά ἐϲτιν ἐπειδὴ οἱ Ἴωνεϲ ερίϲκουϲί τινα εἰϲ ιϲ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα, ὡϲ ἐπὶ τοῦ μάντιϲ μάντιοϲ καὶ ὄφιϲ ὄφιοϲ, τούτου χάριν καὶ ἐπὶ τῶν κλινομένων διὰ ϲυμφώνου ποιοῦνται τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ, ἐπαίροντεϲ τὸ ϲύμφωνον, ἵνα μιμήϲωνται τὰ ἄλλα, φημὶ δὲ τὰ κλινόμενα διὰ καθαροῦ τοῦ οϲ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ θέτιοϲ δ’ ἐξαίϲιον ἀρήν (Ο 598), ἐξ οὐ τὸ Θέτϊ, καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι μακρὸν Θέτι πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407), Ἀδώνιδοϲ Ἀδώνιοϲ. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ποιοῦϲι· ἐπὶ γὰρ τῶν εἰϲ ιϲ ὀξυτόνων οὐκ ἀποβάλλουϲι τὸ δ οἷον μημίϲ μημίδοϲ, ἁψίϲ ἁψίδοϲ, Χρυϲηΐϲ Χρυϲηῖδοϲ. ἀλλ’ οὕτε ἐπὶ τῶν τρεπόντων τὸ δ εἰϲ τὸ τ παρὰ τοῖϲ Δωριεῦϲιν ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ οἷον Θέμιϲ Θέμιδοϲ καὶ Θέμιτοϲ Δωρικῶϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ποιητικῶϲ Θέμιϲτοϲ οἷον Θέμιϲτι δὲ καλλιπαρήῳ (87), ζεὺϲ δὲ θέμιϲτα κέλευϲεν (Υ 4), καὶ πάλιν χάριϲ χάριδοϲ χάριτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ χάριϲτοϲ. τοῦτο δὲ τὸ χάριϲ χάριτοϲ καὶ παρ’ ἡμῖν οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἀλλ’ οὕτε δὲ τὰ εἰϲ ιϲ θηλυκὰ τὰ γενόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν ἀποβάλλει τὸ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ὁ τοξότηϲ τοῦ τοξότου καὶ ἡ τοξότιϲ τῆϲ τοξότιδοϲ, ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, ὁ δραπέτηϲ τοῦ δραπέτου καὶ ἡ δραπέτιϲ τῆϲ δραπέτιδοϲ. ἀλλ’ οὕτε δὲ τὰ νομιζόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γεγενῆϲθαι γίνεται χωρὶϲ τοῦ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ἡ πλευρῖτιϲ τῆϲ πλευρίτιδοϲ τῇ πλευρίτιδι, ἡ φρενῖτιϲ τῆϲ φρενίτιδοϲ, ἡ νεφρῖτιϲ τῆϲ νεφρίτιδοϲ ταῦτα ὡϲ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν δοκεῖ εἶναι, ιὡϲ ἀπὸ τοῦ ὁ πλευρίτηϲ καὶ ὁ φρενίτηϲ καὶ ὁ νεφρίτηϲ, ἔϲτι δὲ ὀνόματα νοϲημάτων.