Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.133
Not analysed yet
Choer. 84, 16: ἰϲτέον ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν τοιούτων, τουτέϲτι τῶν εἰϲ ιϲ τῶν διὰ καθαροῦ τοῦ οϲ κλινομένων, τρέπουϲι τὸ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ε μεταβάλλουϲιν οἰον μάν τιϲ μάντιοϲ μάντεωϲ, ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, καὶ φυλάττουϲι τὸν αὐτὸν τόνον, τουτέϲτιν ὃν εἶχον πρὸ τῆϲ τροπῆϲ οἷον μάντιοϲ μάντεωϲ, πόλιοϲ πόλεωϲ, ὄφιοϲ ὄφεωϲ. ερίϲκεται δὲ καὶ διὰ τοῦ ἕ καὶ ο ἡ γενικὴ κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο οἰον μάντεοϲ, ὄφεοϲ, πόλεοϲ, ὡϲ παρὰ τῷ Εὐριπίδη ἐν Ὀρέϲτῃ (895) ὃϲ ἂν δύνηται πόλεοϲ ἔν τ’ ἀρχαῖϲιν ᾖ καὶ ἐν ταῖϲ Βάκχαιϲ (1025) δράκοντοϲ ἔϲπειρ’ ὄφεοϲ ἐν γαίᾳ θέροϲ. οὐδέποτε δὲ τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα ϲυναιρεῖται κατὰ τὴν γενικὴν καὶ γίνεται εἰϲ ουϲ οἷον ὄφιϲ ὄφεοϲ, μάντιϲ μάντεοϲ, οὐδὲ γὰρ γίνεται ὄρουϲ καὶ μάντουϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰϲ oῦϲ λήγουϲα γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδηϲ Διομήδεοϲ Διομήδουϲ, τεῖχοϲ τείχεοϲ τείχουϲ, βέλοϲ βέλεοϲ βέλουϲ. ἐπειδὴ οὖν τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα κλίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον ὄφεωϲ, μάντεωϲ, τούτου χάριν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι κατὰ τὴν γενικὴν καὶ γενέϲθαι εἰϲ ουϲ. ἄλλωϲ τε δὲ οὔτε ἐϲτὶ γνήϲιον ἐπὶ τούτων τὸ ε τῆϲ κλίϲεωϲ· ὄφιοϲ γὰρ ἦν καὶ μάντιοϲ καὶ Ἀττικῶϲ γέγονεν ὄφεωϲ μάντεωϲ καὶ κατὰ ϲυϲτολὴν ὄφεοϲ καὶ μάντεοϲ διὰ τοῦ ο.