Ancient Greek
2.134 to 2.135
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.134-135
Not analysed yet
ΙΙ. Pr Γ 219. ἐπὶ τῶν εἰϲ ιϲ διὰ τοῦ οϲ καθαροῦ κλινομένων τῶν γενικῶν τὴν παραλήγουϲαν διὰ τοῦ ί πολλάκιϲ προφέρονται οἱ Ἴωνεϲ τὴν δὲ δοτικὴν διὰ τοῦ ,οὐχὶ δὲ διὰ τοῦ ῑ τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «κεὐνήν τ’ αἰδομένη πόϲιοϲ» (π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόϲει ὧ (ε 71). Choer. 195, 32 coll. 240, 15: ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι ῑ μακρόν, ἡ δὲ Διΐ δοτικὴ οὐ δύναται γενέϲθαι κατὰ κρᾶϲιν τῶν δύο ιι Δι, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπὶ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἱον τῷ Γρᾶ, τῇ γῇ, τῇ μν, τῷ νῷ.