Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.136
Not analysed yet
Choer. 296, 5 coll. Lasea :ἰϲτέον ὅτι ἔνιοί φαϲιν, ὡϲ τὰ εἰϲ ιϲ κύρια ποιοῦντα τὴν γενικὴν εἰϲ δοϲ καὶ οϲ οὐ ποιεῖ δύο αἰτιατικάϲ· εἰϲ δα τῆϲ εἰϲ δοϲ γενικῆϲ οἷον Πάριδοϲ Πάριδα, εἰϲ ιν τῆϲ εἰϲ οϲ Πάριοϲ Πάριν, τὰ δὲ προϲηγορικὰ διὰ καθαροῦ τοῦ οϲ μόνον ποιοῦντα τὴν γενικὴν εἰϲ ιν ποιεῖ τὴν αἰτιατικὴν οἶον ὁ ὄφιϲ τοῦ ὄφιοϲ τὸν ὄφιν, ὁ μάντιϲ τοῦ μάντιοϲ τὸν μάντιν. δεῖ δὲ παραφυλάξαϲθαι, ὅτι τὸ χάριτοϲ καὶ τοξότιδοϲ μὴ ἔχοντα διχῶϲ τὴν γενικὴν ἐκφερομένην τὴν αἰτιατικὴν ἔχει εἰϲ α καὶ εἰϲ ν οἷον χάριτα καὶ χάριν, τοξότιδακαὶ τοξότιν.