Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.139
Not analysed yet
Περὶ τῶν εἰϲ οϲ. Choer. 64, 11 coll. 248. 12. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἄνθρωποϲ ἀνθρώπου, Ἡρόδοτοϲ Ἡροδότου, Ἐπίκουροϲ Ἐπικούρου. θηλυκὰ δὲ οἷον Λέϲβοϲ Λέϲβου, Χίοϲ Χίου, Ῥόδoc Ῥόδου, Ϲάμοϲ Ϲάμου, Ἔφεϲοϲ Ἐφέϲου, Κάρπαθοϲ Καρπάθου, νῆϲοϲ νήϲου, ἔρημοϲ ἐρήμου. τὸ γὰρ καλοῖο καὶ ϲοφοῖο μὴ ἔχοντα εἰϲ τὴν ου δίφθογγον τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ διάλεκτόν ἐϲτι, Θεϲϲαλικὰ γάρ ἐϲτιν. ἀλλ’ οὕτε δὲ τὸ ἀελλόποϲ διὰ τοῦ δοϲ κλινόμενον ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ οϲ, ἀελλόπουϲ γὰρ ἦν καὶ κατ’ ἀποβολὴν τοῦ υ ἀελλόποϲ γέγονε καὶ λοιπὸν τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξεν.