Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.140
Not analysed yet
Choer. 249, 29. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ε ἔχει τὴν κλητικὴν οἷον Ὅμηροϲ Ὅμηρε, ἄνθρωποϲ ἄνθρωπε, Ἀρίϲταρχοϲ Ἀρίϲταρχε, έϲβοϲ Λέϲβε, Ῥόδοϲ Ῥόδε, ἔρημοϲ ἔρημε· τὸ γὰρ ὑμόφωνον Ἀττικόν ἐϲτιν. οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲιν ὀρθὰϲ ποιεῖν καὶ κλητικάϲ οἷον ὁ φίλοϲ ὦ φίλοϲ ἀλλὰ φίλοϲ, θάνε καὶ ϲύ (Φ 106). ὁ ἥλιοϲ ὦ ηλιοϲ Ἠέλιοϲ, ὃϲ πάντ’ ἐφοράϲ καὶ πάντ’ ἐπακούειϲ (Γ 277 ).