Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.142
Not analysed yet
Περὶ τῶν εἰϲ ουϲ. Choer. 243, 2: τὰ εἰϲ ουϲ ϲυνῃρημένα τὸν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἶον χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, νόοϲ νόου νοῦϲ νοῦ, οὕτωϲ οὖν καὶ πλόοϲ πλόου καὶ πλοῦϲ πλοῦ. καὶ καθόλου δὲ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ καὶ χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475), δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, Ϲιμόειϲ Ϲιμόεντοϲ Ϲιμοῦϲ Ϲιμοῦντοϲ, πλακόειϲ πλακόεντοϲ πλακοῦϲ πλακοῦντοϲ, Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, Ἡρακλέηϲ Ἡρακλέουϲ Ἡρακλῆϲ Ἡρακλοῦϲ, Ϲωϲέαϲ Ϲωϲέου Ϲωϲῆϲ Ϲωϲοῦ, ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζωϲ τοῦ ζῶ, ὁ ϲάοϲ τοῦ ϲάου ὁ ϲῶϲ τοῦ ϲῶ.