Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.141
Not analysed yet
Choer. 251, 29: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ τὴν οἱ δίφθογγον λήγουϲα εἰϲ οῦϲ ποιεῖ τὴν αἰτιατικὴν οἷον ἄνθρωποι ἀνθρώπουϲ, Ὅμηροι μήρουϲ, Ἀρίϲταρχοι Ἀριϲτάρχουϲ, Λέϲβοι έϲβουϲ, Ῥόδιοι Ῥοδίουϲ, ἔρημοι ἐρήμουϲ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ἡνίκα εἰϲ τὴν αι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, τροπῇ τοῦ ι εἰϲ τὸ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, κοχλίαι κοχλίαϲ,Χρῦϲαι Χρύϲαϲ, μοῦϲαι μούϲαϲ, ἡνίκα δὲ εἰϲ τὴν ο δίφθογγον λήγει, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰϲ τὸ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰϲ ουϲ ποιεῖ αὐτὴν οἰον Ὅμηροι ζμήρουϲ, καλοί καλούϲ, ϲοφοί ϲοφούϲ. καὶἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ πᾶϲα αἰτιατικὴ πληθυντικῶν ἰϲοχρονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ Αῖανταϲ, άχητεϲ Λάχηταϲ, Αἰνεῖαι Αἰνείαϲ, κοχλίαι κοχλίαϲ. τούτων οὕτωϲ ἐχόντων, οἱ Ὅμηροί καὶ οἱ ἄνθρωποι ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐὰν τραπῇ οὖν τὸ ι εἰϲ ϲ καὶ γένηται ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ὅμηροϲ καὶ ἄνθρωποϲ, οὐκέτι ἰϲοχρονεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ὅπερ ἐϲτὶν ἀδύνατον.