Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.145
Not analysed yet
Choer. 247, 30: τὰ παρὰ τοῦ πούϲ ϲύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν καὶ διὰ τοῦ δοϲ κλίνεται ὁμοίωϲ τῷ ἁπλῷ οον πούϲ ποδόϲ, Οἰδίπουϲ Οἰδίποδοϲ, τρίπουϲ τρίποδοϲ, τετράπουϲ τετράποδοϲ, ἑπτάπουϲ ἑπτάποδοϲ. τὰ γὰρ ἀποβολῇ τοῦ ϲ ποιοῦντα τὴν γενικὴν εἰϲ τὴν ου δίφθογγον ἔχοντα αὐτὴν Ἀττικά ἐϲτιν οἰον ὁ τρίπουϲ τοῦ τρίπου, ὁ iδίπουϲ τοῦ Οἰδίπου. ἰϲτέον δὲ ὅτι πολλάκιϲ τὰ παρὰ τὸ πούϲ ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν οἷον ἀελλόποϲ ἀελλόποδοϲ ὡϲ παρὰ τῷ ποιητῇ (Θ 409) ὡρτο δὲ Ἵριϲ ἀελλόποϲ ἀγγελέουϲα. καὶ ἴϲωϲ, φαϲί τινεϲ, ἐξ ἀφορμῆϲ τούτου ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν ου δίφθογγον τὴν γενικήν ἀλλ’ εἰ διὰ τοῦτο ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν οῦ δίφθογγον τὴν γενικήν, ἐπὶ τούτων ὤφειλον καὶ τὴν αἰτιατικὴν χωρὶϲ τοῦ ῦ ποιῆϲαι ὁμοίωϲ τῇ εὐθείᾳ οἷον τὸν δίπον, τὸν τρίπον, καὶ οὐχὶ μετὰ τοῦ υ τὸν ἰδίπουν. κρεῖττον οὖν αὐτὰ μόνα λέγειν Ἀττικά.