Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.146
Not analysed yet
Choer. 247, 22. ἰϲτέον δὲ ὅτι ὁ νοῦϲ τοῦ νοῦ κλίνεται κατὰ τὸν λόγον ϲυναιρέϲεωϲ οἰον ὁ νόοϲ τοῦ νόου, ὁ νοῦϲ τοῦ νοῦ. εὑρίϲκεται δὲ ἐν τοῖϲ χρηϲμοῖϲ τῷ νοῖ ἡ δοτική, ὡϲ ἀπὸ τῆϲ νοόϲ γενικῆϲ. καὶ τὸ εὔνουϲ τὸ ϲύνθετον ἰϲοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ οἰον ὁ εὔνουϲ τοῦ εὔνου. ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ εὖνοί ἐϲτιν· οἱ γὰρ χρηϲάμενοι καὶ εἰπόντεϲ οἱ εὔνουϲ κακῶϲ ἐχρήϲαντο. ἔϲτι δὲ πᾶϲα κλίϲιϲ ἀπὸ ϲυναιρέϲεωϲ.