Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.147
Not analysed yet
Choer. 239, 18: τὰ εἰϲ oυϲ ἀπαθῆ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βοῦϲ βοόϲ, νοῦϲ νοόϲ, χροῦϲ χροόϲ, πλὴν τοῦ πούϲ ποδόϲ καὶ ὀδούϲ ὀδόντοϲ. ἰϲτέον δὲ ὅτι τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα οὐδέποτε ὀξύνεται, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνεται. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν τόνον, τούτου χάριν καὶ περὶ τὴν κλίϲιν διήλλοξε καὶ οὐ κλίνεται διὰ καθαροῦ τοῦ οϲ. τὸ δὲ ὀδούϲ ὀδόντοϲ διὰ τοῦ ντ κλίνεται, ἐπειδὴ μετοχικόν ἐϲτιν. αἱ δὲ εἰϲ οῦϲ μετοχαὶ διὰ τοῦ ντ κλίνεται οἰον βιούϲ βιόντοϲ, διδούϲ διδόντοϲ, ἁλούϲ ἁλόντοϲ· οὕτωϲ οὖν καὶ ὀδούϲ ὀδόντοϲ. τὸ δὲ πούϲ ποδόϲ καὶ τοῦτο παρὰ λόγον ἐϲτίν, ὅτι ὀξυνθὲν ὁμοίωϲ ταῖϲ εἰϲ ουϲ μετοχαῖϲ οὐκ ἐκλίθη διὰ τοῦ ντ ὁμοίωϲ αὐταῖϲ.