Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.149
Not analysed yet
Choer. 237,13: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὺ γίνεται κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι τὰ ἐκτείνοντα τὸ ο εἰϲ τὸ ω ἐπὶ τῶν καθαρευόντων καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ε μεταβάλλει οἷον ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ. εἰ ἐξέτεινεν οὖν τὸ βοῦϲ βοόϲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ἠναγκάζετο καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ἔ μεταβαλεῖν ἀλλὰ μὴν καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἠδύνατο εἰϲ ε μεταβαλεῖν· τὰ γὰρ μεταβαλλόμενα κατὰ τὴν παραλήγουϲαν εἰϲ τὸ ε δίχρονα εὑρίϲκεται οἷον ὄφιοϲ ὄφεωϲ, πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ τοῦτο δὲ οὐκ ἔϲτι δίχρονον. ἀλλὰ τοῦ ο δηλονότι τῆϲ παραληγούϲηϲ μὴ δυναμένου μεταβληθῆναι εἰϲ τὸ ε, εἰκότωϲ οὐδὲ ἡ λήγουϲα ἐξετάθη εἰϲ ω.