Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.150
Not analysed yet
Choer. 237, 26. πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εἰ ἐκίρνατο τὸ βοῦϲ βοόϲ κατὰ τὴν γενικήν, εἰϲ ουϲ ἔμελλεν εἶναι οἰον πλόοϲ πλοῦϲ, νόοϲ νοῦϲ, ῥόοϲ ῥοῦϲ· τὰ γὰρ δύο οο εἰϲ τὴν ου δίφθογγον κιρνᾶται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν ϲυνεμπίπτειν τῇ εὐθείᾳ ἡ γενική, δεύτερον δὲ πᾶϲα γενικὴ ἀρϲενικὴ εἰϲ ουϲ λήγουϲα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰϲ η καταλήγουϲαν οἷον τοῦ Δημοϲθένουϲ τὸν Δημοϲθένη, τοῦ εὐϲεβοῦϲ τὸν εὐϲεβῆ, τοῦ εὐγενοῦϲ τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰϲ η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆϲ αἰτιατικῆϲ μὴ καταληγούϲηϲ εἰϲ η, οὐδὲ ἡ γενικὴ δύναται εἶναι εἰϲ ουϲ διὰ τοῦτο οὖν οὐ ϲυναιρεῖται.