Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.151
Not analysed yet
Choer. 240, 13: ἰϲτέον ὅτι ἡ δοτικὴ βοῖ οὐ δύναται ϲυναίρεϲιν ἐπιδέξαϲθαι τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον ὥϲπερ ἐπὶ τοῦ Λητό Λητοῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ί οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μν, τῷ νῷ· εἰοὖν ἐγένετο κατὰ ϲυναίρεϲιν βοῖ βοῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ῑ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἐϲτὶν ἄτοπον. πρόϲκειται «κἐπ’ ὀνομάτων »διὰ τὴν ϲοί ἀντωνυμίαν· αὕτη γὰρ μονοϲύλλαβοϲ οὖϲα ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔϲτιν ὄνομα.