Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.153
Not analysed yet
Choer. 241, 33: ὄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἷον βόεϲ βοῦϲ, μὴτὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἶον βόε θοῦ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰϲ υ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον· τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.