Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.154
Not analysed yet
Ἰϲτέον ὅτι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον γίνεται βοῦϲ ὥϲπερ οἱ κρείττονεϲ καὶ οἱ ἀρείονεϲ καὶ οἱ βελτίονεϲ οἷον κρείττονεϲ καὶ κρείττοεϲ καὶ κρείττουϲ, ἀρείονεϲ ἀρείοεϲ ἀρείουϲ, βελτίονεϲ βελτίοεϲ βελτίουϲ. ἰϲτέον δὲ ὅτι ϲπανία ἐϲτὶν ἡ χρῆϲιϲ τῆϲ βοῦϲ εὐθείαϲ τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόεϲ εὕρηται. ἐπὶ δὲ τῆϲ ὁμοφωνούϲηϲ αὐτῇ αἰτιατικῆϲ, λέγω δὴ τῆϲ τοὺϲ βοῦϲ, πλατεῖά ἐϲτιν ἡ χρῆϲιϲ, ὡϲ ἐν Κόλοξιν Εὐπόλιδοϲ θὲϲ νῦν ἀγροὺϲ καὶ πρόβατα καὶ βοῦϲ, καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ α τῆϲ Λέϲχηϲ.