Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.157
Not analysed yet
Choer. 231, 33 —235, 3: τὰ εἰϲ υϲ μονογενῆ τὸ υ φυλάϲ(ει ἐπὶ γενικῆϲ δηλονότι καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον ϲτάχυϲ ϲτάχυοϲ, βότρυϲ βότρυοϲ, νέκυϲ νέκυοϲ, Τῖφυϲ Πίφυοϲ, Ῥαδάμανθυϲ Ῥαδαμάνθυοϲ, Πάλμυϲ Πάλμυοϲ· τὸ γὰρ Πάλμυδοϲ διὰ τοῦ δοϲ κλιθὲν παρὰ Αἰϲχύλῳ ἡμάρτηται ἔϲτι δὲ ὄνομα κύριον βαϲιλέωϲ· χωρὶϲ τοῦ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ. καὶ τούτων ἡ γενικὴ πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκάθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ μεταβάλλειν (ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιϲ μάντεωϲ, ὄφιϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ); εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ε καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω. εἰ δέ που εὑρήϲειϲ πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο, γνῶθι ὅτι ἀπὸ τοῦ πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ω γέγονε πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο. τῷ δὲ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ ἠκολούθηϲε καὶ τὸ πρέϲβυϲ ὁ γέρων καὶ πρότερον ἐγένετο ἡ ἔκταϲιϲ τοῦ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ οὕτωϲ ἐγένετο ἡ παραλήγουϲα διὰ τοῦ ε πρέϲβεωϲκαὶ τελευταῖον ἔτρεψε τὸ ω εἰϲ τὸ ο καὶ ἐγένετο πρέϲβεοϲ. ἐπὶ δὲ τῶν ἐκπεμπομένων εἰϲ πρεϲβείαν οὐχ εὺρίϲκομεν τὴν εὐθεῖαν εἰϲ υϲ, ὥϲπερἐνόμιϲάν τινεϲ. εἰ γὰρ εὕρηται ἡ αἰτιατικὴ τὸν πρέϲβιν ὡϲ μάντιν καὶ ἡ κλητικὴ ὦ πρέϲβιϲ Ἀττικῶϲ ὥϲπερ ὦ μάντιϲ, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέϲβιϲ ὥϲπερ ὁ μάντιϲ καὶ ἡ γενικὴ τοῦ πρέϲβεωϲἀκολούθωϲ ὥϲπερτοῦμάντεωϲ.