Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.158
Not analysed yet
Choer. 219, 2. τὰ εἰϲ υϲ λήγοντα τριγενῆ διὰ τοῦ εοϲ κλίνεται οἶον ταχύϲ ταχέοϲ, βραδύϲ βραδέοϲ, ὀξύϲ ὀξέοϲ, ἡδύϲ ἡδέοϲ, ὠκύϲ ὠκέοϲ, ἤμιϲυυ μίϲεοϲ, θῆλυϲ θήλεοϲ τὸ θήλυδοϲ παρὰ Ϲοφοκλεῖ κλιθὲν διὰ τοῦ δοϲ ἡμάρτηται. ἰϲτέον δὲ ὅτι ταῦτα τὰ εἰϲ ῦϲ τριγενῆ διὰ τὸ ε καὶ ο μόνωϲ κλίνεται οἰον ταχέοϲ, βραδέοϲ, ὠκέοϲ οὐκ ἐκτείνει δὲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ὡϲ ἐπὶ τοῦ Πηλεύϲ Πηλέωϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. οὐδὲ γὰρ γίνεται βραδέωϲ κὶ ταχέωϲ καὶ ὠκέωϲ καὶ ὀξέωϲ διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὰ εἰϲ υϲ τριγενῆ διὰ τοῦ ε καὶ ο μόνωϲ κλίνεται καὶ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην, ὅτι διὰ τοῦτο τὰ εἰϲ υϲ τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν, ἐπειδὴ τὰ εἰϲ α λήγοντα θηλυκὰ παραϲχηματιζόμενα ἀρϲενικοῖϲ ἰϲοχρονεῖν θέλει τῇ ληγούϲῃ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ οἷον Βυζαντίου Βυζαντία, Ῥοδίου Ῥοδίᾳ, ἀλλοτρίου ἀλλοτρία, μετρίου μετρία, οἰκείου οἰκεία, παραπληϲίου παραπληϲία, Ϲαμίου Ϲαμία. ἰδοὺ ἐπὶ τούτων μακρόν ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ μακρά ἐϲτι, καὶ πάλιν παντόϲ πᾶϲα, χαρίεντοϲ χαρίεϲϲα, Φοίνικοϲ Φοίνιϲϲα, ἄνακτοϲ ἄναϲϲα, Κίλικοϲ Κίλιϲϲα, τύπτοντοϲ τύπτουϲα, γράφοντοϲ γράφουϲα, τετυφότοϲ τετυφυῖα. ἰδοὺ ἐπὶ τούτων βραχύ ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτιν. ὅτι γὰρ ἀληθήϲἐϲτιν ὁ κανὼν δῆλον ἐκ τῶν εἰϲ ευϲ. ἰδοὺ γὰρ ἔϲτι βαϲιλεύϲ βαϲιλέοϲ βαϲίλεια, ἱερεύϲ ἱερέοϲ ἱέρεια· καὶ ἰδοὺ τὰ θηλυκὰ ϲυνεϲταλμένον ἔχει τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτι, διὰ γὰρ τοῦ ο ἐϲτίν. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ τὴν γενικὴν διὰ τοῦ ἑ καὶ ω ποιοῦϲιν, ἀποφέρονται τὰ θηλυκὰ ἰϲοχρόνωϲ τῇ ἰδίᾳ γενικῇ, ὅθεν καὶ παροξύνουϲιν αὐτά, ἱερεία γὰρ λέγουϲι διὰ μακροῦ τοῦ α πρὸϲ τὴν ἱερέωϲ γενικὴν τὴν διὰ τοῦ ε καὶ ω. ϲεϲημείωται τὸ πέπειροϲ πεπείρου πέπειρα καὶ τὸ δῖοϲ δίου δῖα οἶον δῖα γυναικῶν (Β 714), ἴοϲ ἴου ἴα, ϲημαίνει δὲ τὴν μίαν οἷον οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ’ ἱα γῆρυϲ (Δ 437 ),καὶ τὸ μία ἀπὸ τοῦ ἴα κατὰ πλεοναϲμὸν τοῦ μ. ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ. τούτων οὖν οὕτωϲ ἐχόντων τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα τοῖϲ εἰϲ υϲ πάντα ϲυνεϲταλμένον ἔχει τὸ α καὶ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ταχύϲ ταχεῖα, βραδύϲ βραδεῖα, ὀξύϲ ὀξεῖα, ἡδύϲ ἡδεῖα. ἐὰν οὖν γένωνται ἐπὶ τούτων αἱ γενικαὶ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ, εὑρεθήϲονται τὰ εἰϲ ουϲ (leg. εια) λήγοντα θηλυκὰ ϲυνεϲταλμένον ἔχοντα τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἀδύνατον.