Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.16
Not analysed yet
Τὰ εἰϲ λαϲ καθαρὰ ἁπλᾶ διϲύλλαβα, μὴ παραληγόμενα φύϲει μακρᾷ, μονογενῆ, μὴ ἔχοντα δὶϲ τὸ λ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕλαϲ Ὕλα, Γέλαϲ Γέλα, Γάλαϲ Γάλα, Κάλαϲ Κάλα. πρόϲκειται «μὴ παραληγόμενα φύϲει μακρᾷ», ἐπειδὴ ἐὰν παραλήγηται φύϲει μακρᾷ περιττοϲυλλάβωϲ κλίνεται οἷον Φύλαϲ Φύλαντοϲ, Χήλαϲ Χήλαντοϲ. πρόϲκειται ἁπλᾶ καθαρὰ »διὰ τὸ Ἄτλαϲ Ἄτλαντοϲ· τοῦτο γὰρ οὕτε ἁπλοῦν ἐϲτιν, ἀπὸ γὰρ τοῦ α τοῦ ἐπιτατικοῦ καὶ τοῦ τλάϲ τοῦ ϲημαίνοντοϲ τὸ καρτερεῖν γίνεται ἄτλαϲ. οἱονεὶ ὁ πάνυ ὑπομένων, ἀλλ’ οὕτε δὲ καθαρόν ἐϲτιν, ἔχει γὰρ πρὸ τοῦ λ ἕτερον ϲύμφωνον, ἤγουν τὸ τ κατὰ ϲύλληψιν. πρόϲκειται «μὴ ἔχοντα δὶϲ τὸ λ »διὰ τὸ Πάλλαϲ καὶ Κίλλαϲ, ταῦτα γὰρ Πάλλαντοϲ καὶ Κίλλαντοϲ περιττοϲυλλάβωϲ κλίνεται. πρόϲκειται. «μονογενῆ» διὰ τὸ τάλαϲ, 5 ϲημαίνει τὸν ἄθλιον, καὶ τὸ μέλαϲ, ταῦτα γὰρ περιττοϲυλλάβωϲ κλίνεται οἷον μέλοντοϲ μέλανοϲ, τάλαντοϲ τάλανοϲ, τοῦ τ ἀποβληθέντοϲ, καὶ τὸ Μέλαϲ δὲ τὸ κύριον, εἰ καὶ μονογενέϲ ἐϲτιν, ἠκολούθηϲε κατὰ τὴν κλίϲιν τῶν ἐπιθέτων, καὶ περιττοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ αὐτῷ οἷον Μέλανοϲ (ἐγένετο δὲ οὗτοϲ ϲυγκλητικὸϲ Ῥωμαίων).