Ancient Greek
2.13 to 2.15
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.13-15
Not analysed yet
Τὰ εἰϲ αϲ λήγοντα ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψοϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ, οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ, Πόϲαϲ Πύϲαντοϲ. Τὰ εἰϲ θαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲτρούθαϲ Ϲτρούθα, Παγάθαϲ Παγάθα, Ἄρθαϲ Ἄρθα, Ἀόρθαϲ Ἀόρθα. Τὰ εἰϲ βάϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Πελέκαϲ Πελέκα, Κώκαϲ Κώκα, Κρίκοϲ Κρίκᾳ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Ϲάκαϲ Ϲάκα, Πλόκκαϲ Πολύκκα (ἔϲτι δὲ ποταμὸϲ Μακεδονίαϲ), Ματάκαϲ Ματάκα (ἔϲτι δὲ ὄνομα εὐνούχου), Ἰνδύκαϲ Ἰνδύκα, Κοτύκαϲ Κοτύκα (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Παφλαγονίαϲ).