Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.160.1
Not analysed yet
Choer. 221, 13: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ υϲ τριγενῆ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ κατὰ τὴν γενικὴν οὐ γίνεται Ἰωνικῶϲ διὰ τοῦ η καὶ ο οἷον ταχῆοϲ καὶ βραδῆοϲ ὥϲπερ Πηλῆοϲ καὶ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν ἀπολογήϲαϲθαι οὕτωϲ· ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ οὐδέποτε εὑρίϲκεται μείζων τῆϲ ληγούϲηϲ τῆϲ ίδίαϲ εὐθείαϲ, ἀλλ’ ἢ ἴϲη πρὸϲ αὐτὴν ἢ ἐλάττων χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ. ἴϲη μὲν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, Τρώϲ Τρωόϲ, Πάριϲ Πάριδοϲ, ὄφιϲ ὄφεοϲ ἐλάττων δὲ οἱον Μέμνων λέμνονοϲ, Ἕκτωρ Ἕκτοροϲ, γείτων γείτονοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ. ἐὰν οὖν τὰ εἰϲ ῦϲ γένηται διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ οἷον ταχύϲ ταχῆοϲ, βραδύϲ βραδῆοϲ, ὀξύϲ ὀξῆοϲ, ερίϲκεται ἔχοντα τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ μείζονα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἡ γὰρ εὐθεῖα ϲυνεϲταλμένον ἔχει τὸ ῦ, ὅπερ ἐϲτὶν ἀδύνατον. πρόϲκειται ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ »διὰ τὰ εἰϲ ιξ καὶ τὰ εἰϲ υξ, διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ δίχρονον, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, ἐν δὲ τῇ γενικῇ ἐκτεταμένον αὐτὸ ἔχει, τουτέϲτι φύϲει μακρόν, καὶ ἰδοὺ εὺρίϲκεται ἐπὶ τούτων ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ· τὸ γὰρ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ὤφειλε καὶ ἡ εὐθεῖα ἐπὶ τούτων ἐκτεῖναι τὸ ι καὶ τὸ υ, λέγω δὴ ἐν τῷ φοῖνιξ καὶ κῆρυξ καὶ τοῖϲ ὁμοίοιϲ· ἀλλ’ ἐπειδὴ τὸ ῑ καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτε εὑρίϲκεται φύϲει μακρὰ χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχμένου οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, πνίξω, ψύχω ψύξω τούτου οὖν χάριν ϲυνεϲτάλη ἐν τῇ εὐθείᾳ τὸ ῑ καὶ τὸ ῦ διὰ τὴν ἐπιφορὰν τοῦ ξ, ἐν δὲ τῇ γενικῇ τῇ φοίνικοϲ καὶκήρυκοϲ ἀποϲτάντοϲ τοῦ διπλοῦ ἐγένετο τὰ δίχρονα φύϲει μακρά. πρόϲκειται «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχημένου» διὰ τὸ ἰξεύω ἱξευον. τὸ μὲν ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ῑ, τὸ δὲ ἴξευον φύϲει μακρὸν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρψχημένων. πρόϲκειται δὲ «χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὰ διὰ τοῦ θοϲ κλινόμενα, ἐπειδὴ τὸ ὄρνιϲ καὶ τὸ μέρμιϲ (ϲημαίνει τὸ ϲχοινίον τὸ λεπτὸν) ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ι, ἐν δὲ τῇ γενικῇ τῇ ὄρνιθοϲ καὶ μέρμιθοϲ ἐκτείνει αὐτό. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ θοϲ κλινομένη μακρὰν ἔχει τὴν παραλήγουϲαν οἰον κῶμυϲ κώμυθοϲ (ϲημαίνει δὲ τὴν δέϲμην τοῦ χόρτου) ὡϲ παρὰ Θεοκρίτῳ (4, 18) καὶ μαλακὸν χόρτοιο καλὴν κώμυθα δίδωμι, δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῶον ὅμοιον μελίϲϲῃ), χωρὶϲ τοῦ κόρυϲ κόρυθοϲ, τοῦτο γὰρ φυλάττει τὸ υ ϲυνεϲταλμένον κατὰ τὴν γενικὴν οἷον δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάματον πῦρ (Ε 4) καὶ κόρυθα βριαρήν (Λ 375). δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν εἰϲ υν» ,ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ῦ, ἐν δὲ τῇ γενικῇ ἐκτείνει αὐτὸ οἰον Φόρκυν Φόρκυνοϲ, Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Κρήτηϲ) δοξάζουϲιν δέ τινεϲ ὅτι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ καὶ ἐν τῇ γενικῇ. ἐμάθομεν οὖν διατί τὰ εἰϲ υϲ οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικήν, ἐμάθομεν γὰρ ὅτι ινα μὴ γένηται ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.