Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.161
Not analysed yet
Choer. 223, 15. ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ υϲ διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ μὴ ἐγένετο διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ οἶον ταχύϲ ταχίοϲ, βραδύϲ βραδίοϲ, ὥϲπερ Πηλεύϲ Πηλίοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλίοϲ. οὕτωϲ γὰρ εἰ ἐγένετο, οὐκέτι ηὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ἴϲη πρὸϲ αὐτήν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι τότε ποιοῦϲιν οἱ Βοιωτοὶ τὴν γενικὴν διὰ τοῦ ι καὶ ο, ἡνίκα καὶ οἱ Ἀττικοὶ ποιοῦϲι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ οἱ ωνεϲ διὰ τοῦ η καὶ ο οἷον Πηλεύϲ Πηλέωϲ καὶ Πηλίοϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ Ἀχιλλῆοϲ καὶ Ἀχιλλίοϲ. ἐπειδὴ οὖν ἐπὶ τούτων τῶν εἰϲ υϲ οὐκ ἐποίηϲαν οἱ Ἀττικοὶ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω, οὔτε οἱ Ἴωνεϲ διὰ τοῦ η καὶ ο, τούτου χάριν οὕτε οἱ Βοιωτοὶ ἐποίηϲαν διὰ τοῦ ι καὶ ο.