Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.168
Not analysed yet
Ἰϲτέον ὅτι οὐ ϲυναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲ γὰρ λέγομεν τ ἡδέε τὼ ἡδῆ, ὥϲπερ τῶ Δημοϲθένεε τῶ Δημοϲθένη. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὰ εἰϲ ῦϲ οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον ὁ ὀξύϲ ὀξέοϲ τῶ ὀξέε, ἡδύϲ ἡδέοϲ τὼ ἡδέε, βραδύϲ βραδέοϲ τὼ βραδέε. ἔϲιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μοκροκαταληκτεῖ οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, βαϲιλεύϲ βαοιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη. ἐπειδὴ οὖν τὰ εἰϲ υϲ τριγενῆ οὐδέποτε μακροκαταληκτεῖ κατὰ τὴν γενικὴν τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ, τούτου χάριν οὐ ϲυναιρεῖται κατὰ τὴν εὐίεῖαν τῶν δυικῶν. δεῖ δὲ γινώϲκειν ὅτι τὸ τραχύϲ μόνον εὑρίϲκεται ϲυναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν εἰϲ τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τραχεῖ.