Ancient Greek
2.166 to 2.167
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.166-167
Not analysed yet
Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ τριγενῶν. Choer. 230, 8: ίϲτέον ὅτι αἱ αἰτιατικαὶ διχῶϲ λέγονται οἰον ἡδύϲ ἡδέοϲ ἡδέα καὶ ἡδύν, εὐρύϲ εὐρέοὸεὐρέα καὶ εὐρύν ἐπ’ εὐρέα πόντον (Ζ 291), πολύϲ πολέοϲ πολέα, πολέα ϲτροτόν, καὶ πολύν· καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲ κανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ. Ἰϲτέον ὅτι τὰ εἰϲ υϲ τριγενῆ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητκὴν οἷον ὁ ταχύϲ ὦ ταχύ, ὁ ὀξύϲ ὦ ὀξύ, ὁ θῆλυϲ ὦ θῆλυ.