Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.173
Not analysed yet
Choer. 259, 8: τὰ εἰϲ ωϲ ϲύνθετα, εἰ μὲν κοινά ἐϲτι, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον ἱδρώϲ λυϲίδρωϲ λυϲίδρωτοϲ, ἔρωϲ ἔρωτοϲ χρυϲερωϲ χρυϲέρωτοϲ, γέλωϲ γέλωτοϲ φιλόγελωϲ φιλογέλωτοϲ· εἰ δὲ Ἀττικά ἐϲτιν, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ δύϲερωϲ τοῦ δύϲερω, ὁ ἀξιόχρεωϲ τοῦ ἀξιόχρεω, ὁ ἀνάπλεωϲ ἀνάπλεω, ὁ εὔγηρωϲ τοῦ εὔγηρω.