Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.174
Not analysed yet
Choer. 261, 4: τὰ εἰϲ ωϲ Ἀττικὰ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἰον ὁ Μενέλεωϲ τοῦ Μενέλεω, ὁ Ἰόλεωϲ τοῦ Ἰόλεω, ὁ λεώϲ τοῦ λεώ, ὁ νεώϲ τοῦ νεώ, ὁ κάλωϲ τοῦ κάλω, ὁ Τάλωϲ τοῦ Τάλω, ὁ Τυφῶϲ καὶ ὁ ταῶϲ κοινῶϲ μὲν Τυφών καὶ ταών λέγεται καὶ διὰ τοῦ νοϲ κλίνεται οἱον Τυφῶνοϲ καὶ ταῶνοϲ, Ἀττικῶϲ δὲ Τυφῶϲ καὶ ταῶϲ λέγεται καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν τῷ Ἀττικῷ ἔθει οἷον ὁ τυφῶϲ τοῦ τυφῶ καὶ ὁ ταῶϲ τοῦ ταῶ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ καὶ ὁ λαγῶϲ τοῦ λαγῶ (τυφῶϲ δέ ἐϲτιν ὁ ϲφοδρὸϲ ἄνεμοϲ). καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὸ τυφῶϲ καὶ ταῶϲ οὐ κλίνεται κοινῶϲ διὰ τοῦ τοϲ, ὥϲπερ τὸ ἱδρώϲ ἱδρῶτοϲ καὶ ἀπτώϲ ἀπτῶτοϲ. ἔϲτιν οὖν εἰπεῖν ὅτι πρῶτον μὲν ἐκεῖνα ὀξύτονά ἐϲτι, τὸ δὲ τυφῶϲ καὶ ταῶϲ περιϲπώ μένα ἐϲτι· δεύτερον δὲ ταῦτα καὶ εἰϲ ν λήγει, τυφῶϲ τυφῶν, ταῶϲ ταῶν (sic), ὅπερ οὐ παρέπεται ἐκείνοιϲ.