Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.178
Not analysed yet
Choer. 260, 30. ἐπὶ πάϲηϲ πτώϲεωϲ τὰ εἰϲ ωϲ Ἀττικὰ τῆϲ ἰδίαϲ εὐθείαϲ τὸν τόνον φυλάττει. εἴτε γὰρ προπαροξύνεται ἡ εὐθεῖα εἴτε παροξύνεται εἴτε ὀξύνεται, ὁ αὐτὸϲ τόνοϲ φυλάττεται καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον ὁ Μενέλεωϲ τοῦ Μενέλεω τῷ Μενέλεῳ τὸν Μενέλεων ὦ Μενέλεωϲ, ὁ κάλωϲ τοῦ κάλω τῷ κάλῳ. τὸν κάλων ὦ κάλωϲ, ὁ λεώϲ τοῦ λεώ τῷ λεῷ τὸν λεών ὦ λεώϲ.