Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.177
Not analysed yet
Choer. 258, 18: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἡ ηρωε εὐθεῖα τῶν δυικῶν οὐ γίνεται κατὰ κρᾶϲιν τοῦ ω καὶ ε εἰϲ τὸ ω, καὶ γὰρ εὑρίϲκομεν τὸ ω καὶ ε εἰϲ τὸ ω κιρνώμενα, ὡϲ ἐπὶ τοῦ τῷ ἐμῷ τώμῷ· οὕτωϲ δὲ εἰ ἐγένετο ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲν ἄτοπον ϲυνέβαινεν, ἐπειδὴ τὸ ω τελικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν οἰον τῶ ὁμήρω, τῶ ἀνθρώπω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μακροκαταληκτεῖ οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τὼ Δημοϲθένεε καὶ Δημοϲθένη, ὁ Πηλεύϲ τοῦ Πηλέωϲ τ Πηλέε καὶ Πηλῆ, ἡ πόλιϲ τῆϲ πόλεωϲ τὰ πόλεε καὶ πόλη. ἐπειδὴ οὖν ἐπὶ τοῦ ἥρωϲ ῆρωοϲ οὐ μακροκαταληκτεῖ ἡ γενικὴ τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ω Ἀττικῶϲ, εἰκότωϲ οὐδὲ ἡ εὐθεῖα τῶν δυικῶν ϲυναιρειται.