Ancient Greek
2.18 to 2.21
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.18-21
Not analysed yet
Τὰ εἰϲ λαϲ καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ ἐξ ἁπλῶν περιττοϲυλλάβωϲ κλινομένων ϲυντεθειμένα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πτερέλαϲ Πτερέλα, Κριτόλαϲ Κριτόλα, Μιϲγόλαϲ Μιϲγόλα, Γενειόλαϲ Γενειόλα, Ἀρτύλαϲ Ἀρτύλα, Δορύλαϲ Δορύλα. πρόϲκειται «μὴ ἐξ ἁπλῶν περιτλάβωϲ κλινομένων ϲυντεθειμένα »διὰ τὸ μέλαϲ μέλανοϲ, καὶ παμλάβωϲ παμμέλανοϲ. Τὰ εἰϲ λαϲ λήγοντα, μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου —περιττοϲυλλάβωϲ κλίνεται οἷον Ἄτλαϲ Ἄτλαντοϲ, πολύτλαϲ πολύτλαντοϲ, Ἀμύκλαϲ Ἀλμύκλαντοϲ ὡϲ Ϲιμίαϲ ἐν Μηϲίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντοϲ παιδὸϲ ἀποφθιμένου λαοὶ κικλήϲκουϲιν. ϲεϲημείωται τὸ Βάμβλαϲ Βάμβλα ἰϲοϲυλλάβωϲ κλινόμενον, ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Ἰνδῶν. Τὰ εἰϲ μαϲ ἔχοντα ϲύμφωνον πρὸ τοῦ μ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲίλμαϲ Ϲίλμα, Τέλμαϲ Τέλμα, ἀκαμαντοχάρμαϲ ἀκαμαντοχάρμα, Ἀρίμμαϲ Ἀρίμμα, Ἐχέμμαϲ Ἐχέμμα, Λυκόρμαϲ υκόρμα· χωρὶϲ τοῦ όλμαϲ Τόλμαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον. Τὰ εἰϲ μαϲ διϲύλλαβα, ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φῶνήεντα καταλήγουϲαν, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ οἷον Θαύμαϲ Θαύμαντοϲ, Δύμαϲ Δύμαντοϲ, Βρίμαϲ Βρίμαντοϲ, Δάμαϲ Δάμαντοϲ.