Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.22
Not analysed yet
Τὰ εἰϲ μαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν καταλήγουϲαν, ἅπερ θέλει καὶ βραχεῖαν παραλήγεϲθαι, κλίνεται οἷον ἀδάμαϲ ἀδάμαντοϲ, Ὀδόμοϲ Ὀδόμαντοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Γαράμαϲ Γαράμαντοϲ, Πολυδάμαϲ Πολυδάμαντοϲ, Θειοδάμαϲ Θειοδάμαντοϲ, Ἀκάμαϲ Ἀκάμαντοϲ, Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν Περϲικῶν ὀνομάτων, ἐκεῖνα γὰρ καὶ μακρᾷ παραλήγεται, καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ϲαλάμαϲ Ϲαλάμα, Ϲπιτάμαϲ Ϲπιτάμα.