Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.180
Not analysed yet
Choer. 268, 7: τὸ ὅλϲ ὅτε μὲν θηλυκῶϲ λέγεται δηλοῖ τὴν θάλαϲϲαν καὶ ἕωϲ τῶν ἑνικῶν κλίνεται μόνον. ὅτε δὲ τὸ ἁλμυρὸν τοῦτο δηλοῖ, ὃ οὐδετέρωϲ ἅλαϲ λέγεται ἐν τῇ ϲυνηθείᾳ, ἀρϲενικῶϲ λέγεται καὶ διόλου κλίνεται, τουτέϲτι καὶ εἰϲ τὰ ἑνικὰ καὶ εἰϲ τὰ δυικὰ καὶ εἰϲ τὰ πληθυντικά.