Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.181
Not analysed yet
Τὸ ἄλαϲ τὸ οὐδετέρωϲ λεγόμενον ἐν τῇ ϲυνηθείᾳ ϲπανίωϲ εὕρηται ἐν χρήϲει. εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ οἶον «τὸ ἅλαϲ εὐῶδεϲ ἢ δυϲῶδεϲ ὀρύϲϲεται». καὶ πάλιν «ἁλάτων μέδιμνον ». καὶ λέγουϲί τινεϲ ὅτι ἀπὸ τούτου τοῦ οὐδετέρου γέγονε τὸ ἅλϲ τὸ ἀρϲενικὸν κατὰ ϲυγκοπὴν τοῦ α, ὥϲπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ϲυγκοπὴν τῆϲ νδν ϲυλλαβῆϲ τὸ κάρη θηλυκόν. οὖτοι δὲ οὐ καλῶϲ λέγουϲιν. ἄτοπον γὰρ τὸ πλατέωϲ εὑριϲκόμενον ἐν χρήϲει λέγειν γεγενῆϲθαι ἐκ τοῦ ϲπανίωϲ εὑριϲκομένου ἐν χρήϲει. φαϲὶ δέ τινεϲ ὅτι οὐχ ερηται τὸ ἅλϲ τὸ ἀρϲενικὸν αὐτὸ κοθ’ ἑαυτό, ἀλλὰ πάντωϲ μετὰ τοῦ χονδρόϲ, χονδρὸϲ ἅλϲ, χονδροῦ ἁλόϲ, χονδροὶ ἅλεϲ. ψευδὲϲ δὲ τοῦτο, ὡϲ μαρτυρεῖ ὁ Ἀριϲτοφάνηϲ εἰπὼν (Nub. 1237) ἁλϲὶ διαμιχθεὶϲ ὄναιτ’ ἄν οὑτοϲί (leg. διαϲμηχθεὶϲ). ίδοὺ γὰρ οὐκ εἶπε χονδροῖϲ. καὶ πάλιν ὁ Μένανδροϲ, οὐκ ἔχω οὔτε ἅλαϲ οὕτε ὄξοϲ οὕτε ὀρίγανον (an οὐχ ἅλαϲ ἔχων οὔτ’ ὄξοϲ οὔτ’ ὀρίγανον̣) καὶ οὐκ εἶπε χονδροὺϲ ἅλαϲ.