Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.184
Not analysed yet
Περὶ τῶν εἰϲ ην. Choer. 274, 11: τὰ εἰϲ ην λήγοντα μονοϲύλλαβα μὴ ὄντα μόνωϲ θηλυκά, ἀλλ’ ἢ μόνωϲ ἀρϲενικὰ ἢ καὶ ἀρϲενικὰ καὶ θηλυκά, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τὸ η φυλάττει δηλονότι ἐν τῇ γενικῇ οἷον ϲπλήν ϲπληνόϲ, ϲφήν ϲφηνόϲ, μήν μηνόϲ, Ζήν ζηνόϲ, ῥήν ῥηνόϲ (ϲημαίνει δὲ τὸ πρόβατον οἰον ὡϲ παρὰ Νικάνδρῳ (Ther. 453) αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν), χήν χηνόϲ· τοῦτο δὲ καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λέγεται, ὁ χήν γὰρ καὶ ἡ χήν ὅτι δὲ καὶ θηλυκῶϲ λέγεται, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπών (ο 161) αἰετὸϲ ἀργὴν χῆνα φέρων ὀνύχεϲϲι πέλωρον, τὸ δὲ φρήν, ἐπειδὴ μόνον ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνου θηλυκοῦ γένουϲ ἐϲτί, τούτου χάριν ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶἐγένετο φρενόϲ· διαλλάξαν γὰρ κατὰ τὸ γένοϲ πρὸϲ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.