Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.183
Not analysed yet
Choer. 272, 8: Ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ἀμετάβολα λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ Ἀλκμάν ὦ Ἀλκμάν, ὁ παιάν ὦ παιάν, ὁ αὐχήν ὦ αὐχήν, ὁ ϲωλήν ὦ ϲωλήν, ὁ ποιμήν ὦ ποιμήν, ὁ δελφίν ὦ δελφίν, ἡ ἀκτίν ὦ ἀκτίν, ἡ Ϲαλαμίν ὦ Ϲαλαμίν, η Ἐλευϲίν ὦ Ἐλευϲίν, ὁ ἀϲτήρ ὦ ἀϲτήρ, ὁ ξυϲτήρ ὦ ξυϲτήρ, ὁ ἐλατήρ ὦ ἐλατήρ, ὁ Ϲαρπηδών ὦ Ϲαρπηδών, ὁ ἀλεκτρυών ὦ ἀλεκτρυών, ὁ Μυρμιδών ὦ Μυρμιδών, ἡ Ϲιδών ὦ Ϲιδών χωρὶϲ τεϲϲάρων τινῶν, φημὶ δὴ τοῦ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ταῦτα γὰρ οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ εὐθεῖαι τούτων εἰϲ ηρ εἰϲὶν οἷον ἀνήρ, πατήρ, ϲωτήρ, δαήρ. ταῦτα δὲ ἀπολογίαν ἔχει τοιαύτην· τὸ μὲν ἄνερ, πάτερ, δᾶερ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ μῆτερ καὶ θόγατερ· ὥϲπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ ὀφείλοντα ἐν τῇ γενικῇ προπαροξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆϲ εὐθείαϲ ἐν τῇ αὐτῇ ϲυλλαβῇ οἰον μήτηρ μήτεροϲ καὶ θυγάτηρ θυγάτεροϲ, ὥϲπερ Δημήτηρ Δημήτεροϲ καὶ εἰνάτηρ εἰνάτεροϲ (ϲημαίνει δὲ τὴν ϲύννυμφον), οὐ προπαροξύνθη ἀλλὰ παροξύνθη οἷον μητέροϲ, θυγατέροϲ καὶ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ ἀνέροϲ πατέροϲ δαέροϲ, τὸν αὐτὸν τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρϲενικὰ τοῖϲ θηλυκοῖϲ ἠκολούθηϲε κατὰ τὴν κλητικήν· καὶ ὥϲπερ μῆτερ καὶ θύγατερ βαρυτόνωϲ διὰ τοῦ ε, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνωϲ· τὸ δὲ ϲῶτερ ψευδαιολικόν ἐϲτι καὶ τούτου χάριν ϲυνέϲτειλε τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἐβαρύνθη. οἱ γὰρ Αἰοεῖϲ ἔχουϲιν πολλάκιϲ ϲυϲτέλλειν τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ Αἰολικῶϲ (ἔϲτι δὲ εἶδοϲ ἀκάνθηϲ). πρόϲκειται δὲ «ψευδαιολικὸν» ἐπειδὴ οὐκ ἔϲτι κυρίωϲ Αἰολικόν. οἱ γὰρ Αἰολεῖϲ τότε ϲυϲτέλλουϲι τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἰον ὁ τριβολέτηρ ὤ τριβόλετερ. ἡνίκα γὰρ μακρᾷ παραλήγεται οὐ ϲυϲτέλλουϲι τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ οἷον ὁ χρηϲτήρ παρὰ τοῖϲ Αἰολεῦϲι (χρηϲτήρ δέ ἐϲτιν ὁ παρέχων χρηϲμούϲ). τὸ οὖν ϲῶτερ μακρὰν ἔχον τὴν παραλήγουϲαν οὐ δύναται ϲυϲταλῆναι παρὰ τοῖϲ Αἰολεῦϲι διὰ τοῦτο οὖν εἰρήκαμεν, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν. ἰϲτέον δὲ ὅτι τὸ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ϲυϲτείλαντα τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ, εὐλόγωϲ ἐβαρύνθη. τὰ γὰρ εἰϲ ρ λήγοντα βραχυκατάλκτα ὑπὲρ μίαν ϲυλλαβὴν ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τῆϲ ὑπέρ προθέϲεωϲ καὶ τοῦ ἀτάρ ϲυνδέϲμου καὶ αὐτάρ οἷον μάκαρ, ἄφαρ, ἦτορ, ἧπαρ, ἔαρ, φρέαρ, δέλεαρ, ϲτέαρ, ὄνειαρ, οὕτωϲ οὖν καὶ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ βαρυτόνωϲ. πρόϲκειται «βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνόμενα. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸν γάρ ϲύνδεϲμον ὀξυνόμενον, οὗτοϲ γὰρ βραχυκαταληκτεῖ καὶ ὀξύνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν.