Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.188
Not analysed yet
Choer. 278, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράπων θεράποντοϲ ὦ θεράπον, γέρων γέροντοϲ ὦ γέρον, λέων λέοντοϲ ὦ λέον. ἔϲτιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἀποβάλλεται τὸ τ ἐν τῇ κλητικῇ, ἐπειδὴ οὐδέποτε λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγει. εἰ ἐφυλάχθη οὖν τὸ τ, ἤμελλεν ἡ λέξιϲ εἰϲ ἄφωνον τὸ τ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. τούτου χάριν ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ. Περὶ τῶν εἰϲ ιν.